Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἔσται δ’ ὑμῖν τοῦτο σημεῖον αὐτῆς πεπονθυίας· ὅσα γὰρ ὑπό τινων ὡς αἰτίων γίγνεται, ταῦτ’ ἐστὶν αὐτῶν σημεῖα. τοῦτο τὸ πάθος ἔνιοι μεσαραίου φασὶν εἶναι, καὶ καλοῦσι τοὺς οὕτω νοσοῦντας μεσαραϊκοὺς, ἐπειδὴ διὰ τῶν ἐν τῷ μεσαραίῳ τε καὶ μεσεντερίῳ καλουμένῳ φλεβῶν τῆς ἀναδόσεως γινομένης ὁρῶσιν ἀποτυγχανομένην αὐτὴν, ὁμοίᾳ περιπίπτοντες ἀγνοίᾳ τοῖς τὰς χεῖρας ἡγουμένοις πεπονθέναι τῶν συγκοπτομένων ἤτοι στομαχικῶς ἢ καρδιακῶς, ἐπειδὴ δι’ αὐτῶν ἐνεργεῖν ὡς ἔμπροσθεν ἀδυνατοῦσιν. αἱ γάρτοι κατὰ τὸ μεσάραιον φλέβες οἷόν περ χεῖρές εἰσι τῷ ἥπατι, τὴν ἐκ τῆς κοιλίας τροφὴν ἀναφέρουσαι πρὸς αὐτό. παραπλήσιον δέ τι τούτοις ποιοῦσι καὶ οἱ τῶν παραλελυμένων τὰ σκέλη διά τι πάθος τοῦ κατ’ ὀσφῦν νωτιαίου, τοῖς μὲν σκέλεσι προσφέροντες τὰ φάρμακα, τοῦ νωτιαίου δ’ ἀμελοῦντες. εἰ μὲν οὖν φλεγμαίνοι τὸ μεσεντέριον, ἤ τι τοιοῦτον πάθος ἕτερον εἴη κατ’ αὐτὸ, προσηκόντως ἄν τις ὑπολάβοι τὸ πάθος τοῦτο ἴδιον ὑπάρχειν αὐτοῦ· εἰ δ’ ἀῤῥωστοῦν τὸ ἧπαρ ἀδυνατοίη διὰ τῶν ἐν αὐτῷ φλεβῶν ἕλκειν τὴν τροφὴν, οὐ μεσάραιον αὐτοῖς ἐστι τὸ τῆς

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]