Digital Corpus for Graeco-Arabic Studies

pseudo-Hippocrates: De Septimestri Partu (Seven Months' Child)

Littré 1851

μεταβολῇ μέζονι χρέονται τῶν ἄλλων· καὶ τὴν τεσσαρακονθήμερον κακοπαθείην ἀναγκάζονται κακοπαθεῖν, ἐξελθόντα ἐκ τῆς μήτρης· καὶ τῶν δεκαμήνων πολλὰ ἀποκτείνει. Ἔστι δὲ ἃ τούτων τῶν ἑπταμήνων καὶ περιγίνονται, ἐκ πολλῶν ὀλίγα, ὅτι ὁ λόγος καὶ ὁ χρόνος, ἐς ὃν ἐτράφη ἐν τῇ μήτρῃ, κατέστησέ πως μετέχειν πάντων ὧν περ καὶ τὰ τελεώτατα μετέχει καὶ μάλιστα περιγινόμενα, καὶ ἐξήλλαξε τῆς μητρὸς πρόσθεν ἢ νοσῆσαι τὰ ἐν τῷ ὀγδόῳ μηνὶ νενοσευμένα· τουτέοισι γὰρ τοῖσι πόνοισιν ἢν ἐπιγίνηται, ὥστ’ εἰς τοὐμφανὲς ἐλθεῖν τὸ παιδίον, ἀδύνατον περιγενέσθαι διὰ τὰς πάθας τὰς προειρημένας, ἂς ἐγώ φημι τοὺς ὀκταμήνους ἀποκτείνειν, πολλοὺς δὲ καὶ τῶν δεκαμήνων.

3. Τὰ δὲ πολλὰ τῶν ἐμβρύων τῶν ἐν ταύτῃ τῇ ἡλικίῃ τῇ ἑπταμήνῳ, ὅταν οἱ ὑμένες χαλάσωσι, μετεχώρησαν ἐς τὸ ὑπεῖξαν, καὶ ἐνταῦθα τὴν τροφὴν ποιέεται· τὰς μὲν τεσσαράκοντα ἡμέρας τὰς πρώτας πονεῦντα τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον, διὰ τὴν μεταβολὴν ἣν ἐκ τῶν χωρίων τῶν θρεψάντων μετεβάλετο, καὶ ὅτι τὸν ὀμφαλὸν ἔσπασε καὶ μετεχώρησε, καὶ διὰ τῆς μητρὸς τοὺς πόνους. Οἱ γὰρ ὑμένες τεινόμενοι καὶ ὁ ὀμφαλὸς σπασθεὶς ὀδύνας ποιέει τῇ μητρί· καὶ τὸ ἔμβρυον ἐκ τοῦ παλαιοῦ συνδέσμου ἐκλυθὲν βαρύτερον γίνεται· πολλαὶ δὲ τῶν γυναικῶν καὶ ἐπιπυρεταίνουσι τουτέων γινομένων, αἱ δὲ καὶ ἀπόλλυνται σὺν τοῖσιν ἐμβρύοισιν. Χρῶνται δὲ

Work

Title: pseudo-Hippocrates: De Septimestri Partu
English: Seven Months' Child
Original: Περὶ ἑπταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 436-452

Publisher: Baillière, Paris

Download