De Natura Pueri (Nature of the Child)
Littré 1851
ἧ ἀποπνεύσεται τὸ ὕδωρ· ὧδε δὴ ἔχει καὶ τοῦ χειμῶνος τῷ ὕδατι ἐν τῇ
γῇ. Ἢν δὲ τῷ ὕδατι ἐν τῷ ἀσκῷ τὴν εὐρυχωρίην ποιήσῃς, καὶ κρεμάσας
αἰωροίης τὸν ἀσκὸν, πνεῦμα διαχωρήσει διὰ τοῦ τετρημένου,
εὐρυχωρίη γάρ ἐστι τῷ πνεύματι ἀπὸ τοῦ ὕδατος κινευμένου διαχωρέειν
διὰ τοῦ ἀσκοῦ, καὶ διὰ τοῦ τετρημένου τὸ πνεῦμα διὰ τόδε
δίεισιν· ὧδε δὴ ἔχει καὶ τοῦ θέρεος ἐν τῇ γῇ τῷ ὕδατι· εὐρυχωρίη
γάρ ἐστιν αὐτῷ, ἅτε τῆς γῆς ἀραιῆς ἐούσης καὶ τοῦ ἡλίου ἕλκοντος
ἀπ’ αὐτῆς τῆς ἰκμάδος πρὸς ἑωυτὸν, καὶ διεῖσα τὸ πνεῦμα, ἅτε
ψυχρὸν ἐὸν ἀπὸ τοῦ ὕδατος δι’ αὐτῆς ἀραιῆς ἐούσης καὶ κούφης, διὰ
τοῦτο ψυχρόν ἐστιν αὐτῆς τὸ κάτω τοῦ θέρεος, καὶ τὸ ὕδωρ αἴτιον
τοῦ πνεύματος τοῦ ἐν τῇ γῇ ψυχροῦ ἐόντος, καὶ αὐτὸ ἀφίησιν ἐς
ἑωυτὸ τὸ πνεῦμα καὶ ἐς τὴν γῆν. Καὶ ἅμα τὸ ἀντλεόμενον ἐν τῷ
φρέατι ἀεὶ διακινέει τὸ πνεῦμα ὥσπερ ῥιπὶς, καὶ ποιέει αὐτὸ ψῦχος
παρέχειν τῷ ὕδατι· τὸ δὲ μὴ ἀντλεόμενον τοῦ ὕδατος τοῦ θέρεος,
ἀλλ’ ἑστηκὸς, πυκνὸν ἐὸν, οὐχ ὁμοίως δέχεται τὸ πνεῦμα ἐς ἑωυτὸ
ἀπὸ τῆς γῆς, οὐδ’ ἐς τὴν γῆν ἀφ’ ἑωυτοῦ ἀποδίδωσι, καὶ ἅμε ἀπὸ
τοῦ ἡλίου καὶ τοῦ ἠέρος οὐ σκιδναμένου ἐν τῷ φρέατι, ἀλλὰ στεσίμου
ἐόντος, θερμαίνεται πρῶτον αὐτοῦ τὸ ἐπιπολῆς· ἔπειτα τὸ ἕτερον
ἐπὶ τῷ ἑτέρῳ ἐκ τὸ κάτω διαδίδωσι τὴν θερμασίην· καὶ διὰ τοῦτο
τὸ μὴ ἀντλεόμενον ὕδωρ τοῦ θέρεος θερμότερόν ἐστι τοῦ ἀντλεομένου.
Αἵ τε πηγαὶ αἱ βαθεῖαι μάλα τοῦ θέρεος ἀεὶ ψυχραί εἰσιν.
Καὶ ἀρυσθὲν τὸ ὕδωρ τοῦ χειμῶνος ἐκ τῆς γῆς θερμῆς ἐούσης, τὸ μὲν
παραυτίκα θερμόν ἐστιν, ὅταν δὲ χρόνος διίῃ, ψυχρόν ἐστιν, ὑπὸ
τοῦ ἠέρος δηλονότι γενόμενον ψυχροῦ ἐόντος, ἐξαεροῦται γὰρ ὑπὸ
τοῦ ἀνέμου, καὶ τὸ πνεῦμα δι’ αὐτοῦ διηθέει· καθάπερ καὶ τὸ ἀντλεόμενον
ὕδωρ τοῦ θέρεος, ὁκόταν ἀρυσθῇ, ψυχρὸν αὐτίκα ἐστὶ,
Work
Title: De Natura Pueri
English: Nature of the Child
Original: Περὶ φύσιος παιδίου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 486-542
Publisher: Baillière, Paris
Download
Hipp-Gr_054.xml [89 Kb]