De Octimestri Partu (Eight Months' Child)
Littré 1851
αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ
λόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνεσθαι
οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων.
Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναικῶν
περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις
δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ
διακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες. Ὅ τι γὰρ ἂν ἔξω
τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦ
ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ.
Work
Title: De Octimestri Partu
English: Eight Months' Child
Original: Περὶ ὀκταμήνου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 452-460
Publisher: Baillière, Paris
Download
Hipp-Gr_052.xml [11.6 Kb]