De Affectionibus Interioribus (Internal Affections)
Littré 1851
ὡς μάλιστα τῷ νοσήματι ἔχειν ἔσω, ἢν οὕτως ἔχῃ· ἢν γάρ τι
πονήσῃ, ὅ τε πόνος ὀξύτερος καὶ ἡ βὴξ μᾶλλον ἢ τὸ πρότερον πιέζει,
καὶ τὸ ῥῖγος καὶ ὁ πθρετὸς μᾶλλον ἔχει, καὶ ἢν πταρῇ, ἡ ὀδύνη
ὀξείη προσέβαλεν· ἀλγέει δὲ καὶ ἐν τῇ εὐνῇ, ὁκόταν περιστρέφηται.
Τούτῳ χρὴ προσφέρειν σιτία μὲν τὰ αὐτὰ, ἃ καὶ τῷ ἐμπύῳ, ταῦτα
δὲ οὐ πολλά· τῶν δὲ ὄψων τούτοισι χρέεσθαι, ἰχθύσι μὲν ῥίνης ἢ
φάγρου ἢ γαλεοῦ τοῦ μεγάλου τοῦ γλαυκοῦ, ἢ τῶν ἀλλῶν τῶν τοιούτων,
πᾶσιν ἐν ῥόῳ καὶ ὀριγάνῳ ἠρτυμένοισι· κρέας δὲ ἐσθιέτω
ἀλέκτορος ὀπτὸν ἄναλτον, ἢ αἰγὸς ἑφθὸν, καὶ οἴνῳ αὐστηρῷ ὡς
παλαιοτάτῳ καὶ ἡδίστῳ μέλανι χρεέσθω, περιπάτοισι δὲ μετρίοισι,
πλὴν ταῦτα πυρετοῦ μὴ ἔχοντος· ἢν δὲ πυρετὸς ἔχῃ, ῥοφήματι
ἀλεύρῳ ἢ κέγχρῳ χρεέσθω· ἢν δὲ σιτία προσφέρηται, ὀλίγα προσφερέσθω,
καὶ ὄψα τὰ διαχωρητικά. Κἢν μὲν φαρμάκου σοι δοκέῃ
δέεσθαι, ὑποκαθῆραι αὐτὸν τῷ Κνιδίῳ κόκκῳ ἢ τῇ τιθυμαλίδι, καὶ
μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ δοῦναι δύο τρυβλία ἐκροφέειν λιπαροῦ·
εἶτα ἀνακομίζειν ὡς μάλιστα, ὅκως ἥκιστα λεπτὸς ᾖ· προς
γὰρ τὴν νοῦσον οὐ ξυμφέρει λεπτὸν εἶναι. Καὶ περιπάτους ὀλίγους
τὸ πρῶτον ποιέεσθαι, ὡς μὴ κόπος ἐπιλάβῃ· πυριῇν δὲ ἄλλοτε καὶ
ἄλλοτε, καὶ ᾗ ἂν πυριηθῇ ἡμερῃ, ἄσιτος ἔστω πλὴν ἀλεύρου ἑφθοῦ,
οὗπερ τρυβλίον ἐκροφεέτω, ὕδωρ δὲ πινέτω· τῇ δὲ ὑστεραίῃ ἔλασσον
ἢ ὡς μεμαθήκει φαγέτω, καὶ πινέτω οἶνον μέλανα, ἡδὺν, αὐστηρὸν,
Work
Title: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 166-302
Publisher: Baillière, Paris
Download
Hipp-Gr_050.xml [207 Kb]