De Morbis I (Diseases I)
Littré 1849
ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν τὸ ὑγρόν· καὶ ὁκόταν
ὑπερυγρανθῇ, καὶ τοῦτο αὐτὸ τὸ ὑγρὸν ὑπερθερμανθῇ ὑπ’ αὐτῆς τῆς
σαρκὸς, σκίδναται ἀνὰ τὸ σῶμα πᾶν, οἷόν περ εἰρύσθη, καὶ μᾶλλον
δή τι σκίδναται ἐς τὰς φλέβας, ἢ ἐς τὰς σάρκας· ἕλκουσι γὰρ αἱ
φλέβες μᾶλλον τῶν σαρκῶν, ἕλκουσι δὲ καὶ αἱ σάρκες. Ὁκόταν δὲ
ἐς πολλὸν ὑγρὸν, τὸ ἐν τῷ σώματι, ὀλίγον τὸ ἀπὸ τῆς σαρκὸς ἔλθῃ,
ἄδηλον γίνεται καὶ ἀνώδυνον, καὶ ἀντὶ νενοσηκότος γίνεται ὑγιὲς τῷ
χρόνῳ· ἢν δὲ διαθερμανθῇ τε μᾶλλον ἡ σὰρξ, καὶ εἰρύσῃ πλέον τὸ
ὑγρὸν, ὀδύνην παρέχει, καὶ ὅπη ἂν τοῦ σώματος ἀπ’ αὐτῆς ὁρμήσῃ
καὶ καταστηρίξῃ, ὀδύνην παρέχει ὀξέην, καὶ δοκέουσιν ἔνιοι αὐτοῖσι
τὸ ῥῆγμα μεθεστάναι· τὸ δὲ οὐκ ἀνυστόν· ἕλκος γὰρ μεταστῆναι οὐκ
ἀνυστόν· ἐγγυτάτω δὲ ἕλκεός ἐστιν ὁκόσα τοιαῦτα· ἀλλὰ τὸ ἀπὸ τῆς
σαρκὸς ὑγρὸν ἀΐσσει διὰ τῶν φλεβίων. Ὅταν δὲ διαθερμανθῇ τε καὶ
παχυνθῇ, καὶ γένηται πλέον, ὀδύνην παρέχει, ἔστ’ ἂν γένηται
ὅμοιον τῷ ἄλλῳ ὑγρῷ ὑγρῷ κατὰ λεπτότητα καὶ ψυχρότητα. Ὁκόσα δὲ
ἐν τοῖσι φλεβίοισι γίνεται, αὐτὸ μὲν τὸ φλέβιον, ὁκόσον ἔσπασται,
κατὰ χώρην μένει· ὅταν δὲ σπασθῇ, σπᾶται δὲ ὑπὸ τόνου καὶ βίης,
γίνεται οἷον κιρσός· διαθερμαίνεται δὲ καὶ ἕλκει ἐς ἑωυτὸ νοτίδα
τινὰ ὑγρήν· ἡ δὲ νοτίς ἐστιν ἀπὸ χολῆς καὶ φλέγματος. Καὶ ὁκόταν
μιχθῇ τό τε αἷμα καὶ τὸ ὑγρὸν τὸ ἀπὸ τῆς σαρκὸς, παχύνεται τὸ
αἷμα πολλαπλασίως αὐτὸ ἑωυτοῦ ταύτῃ, ᾗ ἂν ἡ φλὲψ τυγχάνῃ
ἐσπασμένη, καὶ νοσωδέστερον γίνεται καὶ στασιμώτερόν τε καὶ
πλέον· καὶ ὁκόταν πλέον γένηται, μετανέστη τὸ πλήρωμα, ᾗ ἂν
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]