De Morbis I (Diseases I)
Littré 1849
ἐς καῦσον, καὶ ἐκ φρενίτιδος ἐς περιπλευμονίην· ἐκ δὲ περιπλευμονίης καῦσος οὐκ ἂν γένοιτο· ἐς δυσεντερίην τεινεσμός· ἀπὸ δὲ δυσεντερίης λειεντερίη· ἐκ δὲ λειεντερίης ἐς ὕδρωπα· καὶ ἐκ λευκοῦ φλέγματος ἐς ὕδρωπα, καὶ ἐκ περιπλευμονίης καὶ πλευρίτιδος ἐς ἔμπυον.
4. Τὰ δὲ ἐπὶ κακοῖσιν ἀνάγκη κακὰ γίνεσθαι· ῥῖγος ἢν λάβῃ, πῦρ ἐπιλαβεῖν· καὶ νεῦρον ἢν διακοπῇ, σπασμόν· καὶ μήτε ξυμφῦναι διακοπὲν ἐπιφλεγμῆναί τε ἰσχυρῶς· καὶ ἢν ὁ ἐγκέφαλος σεισθῇ τε καὶ πονέσῃ, πληγέντος, ἄφωνον παραχρῆμα γενέσθαι ἀνάγκη, καὶ μήτε ὁρῇν, μήτε ἀκούειν· ἢν δὲ τρωθῇ, πυρετόν τε ἐπιγενέσθαι καὶ χολῆς ἔμετον, καὶ ἀπόπληκτόν τι τοῦ σώματος γενέσθαι, καὶ ἀπολέσθαι· ἐπίπλοον δὲ ἢν ἐκπέσῃ, ἀνάγκη τοῦτο ἀποσαπῆναι· καὶ ἢν αἷμα ἐκ τρώματος ἢ φλεβὸς ῥυῇ ἐς τὴν ἄνω κοιλίην, ἀνάγκη τοῦτο πῦος γενέσθαι.
5. Καιροὶ δὲ, τὸ μὲν καθάπαξ εἰπεῖν, πολλοί τέ εἰσιν ἐν τῇ τέχνῃ καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νουσήματα καὶ τὰ παθήματα καὶ τουτέων αἱ θεραπεῖαι. Εἰσὶ δὲ ὀξύτατοι μὲν, ὅσοισιν ἢ ἐκψύχουσι δεῖ τι ὠφελῆσαι, ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοισιν, ἢ πνιγομένοισιν, ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην ἀπαλλάξαι; ἢ ὅσα τοιαῦτά ἐστιν. Καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξέες, καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. Ὁ μέντοι
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]