De Liquidorum Usu (Use of Liquids)
Littré 1849
εἶτ’ ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει.
Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος
ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον
ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη
ὀδύνης ληκτικόν· καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει. Τοῖσι δὲ
ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα· συντάσιες,
τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα· χαλάσιες, νάρκαι, ἀναυδίαι,
τὰ τοιαῦτα· κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ
χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία. Τὰ δὲ ἐς τὰ
ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης,
προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι.
Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα
λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι
διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα. Ὀφθαλμοῖσι θερμὸν ὀδύνῃσιν,
ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν. Τὸ ψυχρὸν,
ἀνωδύνοισιν, ἐξερύθροισι· τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας
Work
Title: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 118-136
Publisher: Baillière, Paris
Download
Hipp-Gr_039.xml [21 Kb]