Epidemiarum I (Epidemics I)
Littré 1840
οὐ διαλείποντες· ὁ δὲ τρόπος, ἡμιτριταῖος· τὴν μὲν κουφότεροι,
τῇ δ᾿ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ
τὸ ὀξύτερον ἐπιδιδόντες· ἱδρῶτες δὲ αἰεὶ, οὐ δι᾿ ὅλου· ψύξις
ἀκρέων πολλὴ, καὶ μόλις ἀναθερμαινόμενα· κοιλίαι ταραχώδεες,
χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι,
δακνώδεσι, πυκνὰ ἀνίσταντο. Οὖρα δὲ ἦν λεπτὰ καὶ
ἄχροα, καὶ ἄπεπτα, καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ σμικρὴν
ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ᾿ ὠμῇ τινι καὶ
ἀκαίρῳ ὑποστάσει. Ἔβησσον δὲ σμικρὰ, πυκνὰ, πέπονα,
κατ᾿ ὀλίγον μόλις ἀνάγοντες· οἷσι δὲ τὰ βιαιότατα ξυμπίπτοι,
οὐδ᾿ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ
πτύοντες. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς
καὶ διὰ τέλεος ἐπώδυνον εἶχον· ἔρευθος μετὰ φλεγμονῆς·
ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι·
ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος· ἄδιψοι· καὶ
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]