De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)
Littré 1840
μᾶλλον τοῦ καιροῦ, καὶ ἀφρωδεστέρων· μᾶλλον δὲ
τὸ τοιοῦτο τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίγνεται.
Πτυάλου μὲν οὖν ἀναγωγὴν καὶ πλεύμονος μάλθαξιν τὸ
ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα
διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα, καὶ
μᾶλλον θερμὰ, τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει· τὸ δὲ
τοιόνδε διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα·
οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβεννύει, ἀλλὰ ὁρμᾷ,
δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδές
τέ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων
γεγράψεται. Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος
ἀντ᾿ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης,
καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον, καὶ οἷσιν
οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον. Κατέγνωσται
Work
Title: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 224-376
Publisher: Baillière, Paris
Download
Hipp-Gr_021.xml [82 Kb]