In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
καὶ γέγραπται περὶ τῶν τοιούτων σημείων, ἄλλοις τε
πολλοῖς καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν ἐν ἀέρι
φαινομένων βιβλίου· πῶς δ’ ἂν δύναιτό τις ἑτέρως προειπεῖν
ὁτιοῦν ὡς ἐσόμενον, ἄνευ τοῦ πρότερον αὐτὸς γνῶναι;
τοῦτο γοῦν αὐτὸ καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν ἀρχῇ τοῦ
προγνωστικοῦ γράψας ᾧδε· προγινώσκων γὰρ καὶ προλέγων
παρὰ τοῖσι νοσέουσιν. ἀλλ’ ἡ μὲν πρόγνωσις ἐν ταῖς ψυχαῖς
ἡμῶν, ἡ δὲ τῶν προγνωσθέντων τοῖς πολλοῖς πρόῤῥησις
διὰ τῆς φωνῆς γίνεται, καὶ δῆλον ὡς οὐκ ἄλλα μὲν ἐν
τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν. ἀλλὰ γὰρ ὅπως
ἂν ἔχει τὰ τῆς ἐπιγραφῆς τοῦ βιβλίου καταλιπόντες ἑτέροις
ἐπιζητεῖν, ὅσοι τῶν ἔργων τῆς τέχνης οὐ πάνυ τι πεφροντίκασιν,
αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον, ἕκαστον
ἐπισκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήσαμεν, ἃ προεξηγησάμεθα,
τοῖς μὲν διορισμούς τινας ἀναγκαίους προστιθέντες,
οὐκ εἰρημένους ὑπὸ τοῦ γράψαντος, ἔνια δὲ
δεικνύντες οὐκ εἶναι καθόλου κἀν τῷ χαρακτῆρι τῆς λέξεως,
ὡς περὶ τοιούτων ὁ συγγραφεὺς φαίνεται διαλεγόμενος.
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]