Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat (Whom to Purge, With Which Cleansing Drugs, and When)
Kühn 1826
χυμοὺς, ἀποθεμένη τε τὸ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις
γίνονται. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμακείας·
μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης, τὸ
λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμφοῖν
ἡ τοῦ λυποῦντος χυμοῦ γένηται κένωσις, ἀπωθουμένης μὲν τῆς
φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. χρὴ δ’ εἰδέναι
ὡς αἱ μεταῤῥύσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις
γίνονται, τὰ δὲ πλείω ἡσυχάζει καὶ μένει καθ’ ἕν τι
μόριον, ἐν ᾧ καὶ πέττεται καθ’ ὅλον τοῦ νοσήματος τὸν
χρόνον ἄχρι λύσεως. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ
καὶ μετὰ σφοδροτάτου πυρετοῦ, εὐλαβητέον εἰς τὴν δόσιν
τοῦ καθαρτικοῦ φαρμάκου, καὶ μάλισθ’ ὅταν ἀπείρως ἔχῃ τις
τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μέν εἰσι φύσει δυσκάθαρτοι,
τινὲς δ’ ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται δαψιλῶς.
ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ἦς τῆς τοῦ
κάμνοντος φύσεως, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ χρώμενος
ἑλλεβόρῳ μέλανι ἤ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ
τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ’ αὐτὴν συνήθως ὀνομάζουσιν.
Work
Title: Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat
English: Whom to Purge, With Which Cleansing Drugs, and When
Original: Τῖνας δεῖ ἐκκαθαίρειν καὶ ποίοις καθαρτηρίοις καὶ πότε
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 343-356
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_085.xml [28 Kb]