Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat (Whom to Purge, With Which Cleansing Drugs, and When)
Kühn 1826
βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα χυμῶν. χρὴ
τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν
κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεσθαι τὸ
σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων. ἔστι δὲ ἡ ὠφέλεια μείζων,
ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός. ἵνα δὲ
τοῦτο γένηται, πρῶτον μὲν δεῖ περισκέψασθαι εἰ ἐπιτηδείως
ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἵ τε γὰρ ἐξ
ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων ὄντες,
ὡσαύτως δὲ οἷς ὑποχόνδρια τέταται καὶ πεφύσηται, ἢ
ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυῤῥώδη, ἢ καί τις αὐτόθι
σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις
ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς
χυμοὺς ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι,
τουτέστι λεπτούς τε καὶ ἧττον μετέχοντας γλισχρότητός
τινος, ἀναπεπταμένους τε τοὺς πόρους δι’ ὧν ἡ κάθαρσις
μέλλει γενήσεσθαι. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν,
ἐπειδὰν μέλλομεν τινὰ καθαίρειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι
νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι κατὰ τὴν πρώτην ἡμέραν,
ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας, μέλλοντων ἡμῶν χρῆσθαι
Work
Title: Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat
English: Whom to Purge, With Which Cleansing Drugs, and When
Original: Τῖνας δεῖ ἐκκαθαίρειν καὶ ποίοις καθαρτηρίοις καὶ πότε
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 343-356
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_085.xml [28 Kb]