Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρμακα, καθάπερ
ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγμονὴν αὐτῷ
προσαγόμενα τῇ μίξει τῶν μαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’
ἀψινθίου κόμης καὶ μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφοτέρων
Ἰνδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ
μαστίχης Χίας καὶ μύρων τῶν διὰ ναρδοστάχυος σκευαζομένων,
ἔτι δὲ μαστιχίνου καὶ σχινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις
οὖν ἀμμωνιακόν τε θυμίαμα καὶ βδέλλιον, οἵ τ’ εἰρημένοι
μυελοὶ καὶ τὰ στέατα μιγνύμενα καὶ τὰ τέμνειν δυνάμενα,
τὸν γεννώμενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο μετὰ τῆς προσηκούσης
δηλονότι διαίτης καὶ τῶν ἅμα αὐτῇ πινομένων φαρμάκων,
σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυμὸν τὸν ἐν
τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων
θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης
αὐτῶν. ἐπιμιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν
τι· παμπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραμμένη μὲν ὑπὸ
πολλῶν, εἰρημένη δὲ καὶ πρὸς ἡμῶν ἐν ταῖς περὶ τῶν φαρμάκων
πραγματείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρημένα.
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]