Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
ἐφημέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσμοῦ παυομένου·
τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες· ἔστι δ’ οἷς καὶ ἱδρῶτες
ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτμός τις πολὺς ἐκ
τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν
ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς
ἤ τινος ἄλλου μέρους ἄλγημα συνεισέβαλεν, οὐδὲ τοῦτ’ ἂν ἔτι
μένοι. καὶ ἡ τοῦ κάμνοντος εὐφορία μέγιστόν τι καὶ αὐτὴ
σημεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις
ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουομένοις
δὲ αὐτοῖς μήτε φρίκη ἀήθης διοχλοίη μήτ’ ἄλλη τις ἀηδία,
καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ μένοι, θαῤῥῶν ἤδη
τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς
παροῦσι μέτριον. ἡμεῖς δὲ, ὡς οἶσθα, πειρώμεθα λέγειν αὐτοῖς
τὸ προηγησάμενον αἴτιον, οὐ περιμείναντες ἐρέσθαι τὸν
κάμνοντα, καὶ ἔστι μέγιστον σημεῖον εἰς τὸ μηδὲν σφάλλεσθαι
τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναμιν. εἰ μέντοι μενόντων
ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν
σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]