De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ῥᾴστη δ’ αὐτῶν ἡ εὕρεσις, εἴ τις εἴη μεμνημένος ὧν ἐν
τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διήλθομεν,
ἐπιδεικνύντες ὡς οὐχ ἓν τὸ γένος ἐστὶ τῶν ἀλλοιούντων αὐτοὺς
αἰτίων, ἀλλὰ τὸ μὲν, ὡς ἂν οὕτως τις εἴποι, συνεκτικὸν
τῆς γενέσεως, ὅπερ δὴ καὶ κατὰ φύσιν ἐστὶν, ἕτερον δ’ ἐναντίον
τῶνδε τῶν παρὰ φύσιν αἰτίων, ἐφ’ ᾧ τρίτον ἄλλο τῶν
οὐ φύσει. ταῦτα μὲν ὡς πρὸς τὴν ἀληθινὴν αὐτῶν
ὕπαρξίν τε καὶ φύσιν, ἄλλο δὲ τέταρτον, ὡς πρὸς τὴν φαινομένην,
ὃ μάλιστα νῦν ἀναγκαῖόν ἐστιν ἀκριβῶς ἐξηγήσασθαι
τῆς προγνωστικῆς πραγματείας ἰδιαίτατον ὑπάρχον. ἐκ γὰρ
τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον ἕκαστον τῶν σφυγμῶν ἡ ἀρχὴ
τῆς προγνώσεως ἡμῖν ἐστιν. οὐκ ἀεὶ δὲ φαίνεται τοιοῦτος
οἷος καὶ ὄντως ἐστί. καὶ λέλεκται μὲν ἤδη καὶ περὶ τούτου
κατὰ τὸ δεύτερον τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ τελευτῇ
τοῦ βιβλίου, κᾀν τῷ τρίτῳ δ’ ἐπ’ ὀλίγον, ἔνθα καὶ περὶ
τῶν ἰσχνῶν διαλεγόμεθα· λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον,
ἐπειδὰν πρότερον ὑπὲρ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων
διέλθωμεν. ἐδείχθη καὶ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]