De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
γυμνάζεσθαι, ὥστε καὶ πάθους οὑτινοσοῦν προχειρισθέντος
ἑτοιμότατα δύνασθαι τοὺς σφυγμοὺς αὐτῶν διελθεῖν, ἑκάστου
τ’ αὖ πάλιν ἰδίᾳ ῥηθέντος σφυγμοῦ τῶν παθῶν ἁπάντων
ἀναμιμνήσκω διὰ ταχέων, ὅσοις συμπίπτειν εἴωθεν. εἰ γάρ
τις ἐν ἀμφοτέροις ἱκανῶς γυμνασάμενος ἀσκήσειεν ἑαυτὸν
ἕκαστον τῶν σφυγμῶν ἀκριβῶς διαγινώσκειν, οὗτος ἂν, οἶμαι,
τελέως ἂν εἴη τὰ κατ’ αὐτοὺς ἐκμεμαθηκώς. ὥστε καὶ εἴ τις
εἰς δέον ὁμιλεῖ τοῖσδε τοῖς γράμμασιν, ἀναλέξασθαι χρὴ πρότερον
αὐτὸν ἣν ἐγράψαμεν ὑπὲρ τῆς τῶν σφυγμῶν διαγνώσεως
πραγματείαν, ἐκείνης δὲ ἔτι πρότερον τὴν ὑπὲρ τῆς
διαφορᾶς αὐτῶν, ἔνθα πόσοι τέ εἰσιν οἱ σύμπαντες, ποῖός
τέ τις ἕκαστος, ᾧ τέ τινι προσαγορευόμενος ὀνόματι, διήλθομεν.
ἔστι δὲ καὶ τρίτη τις ἑτέρα πραγματεία περὶ τῶν
ἐν τοῖς σφυγμοῖς αἰτίων, ὧν ἁπασῶν εἰς τὰ παρόντα δεῖ.
τῆς μὲν γὰρ πρώτης χωρὶς οὐδὲ νοῆσαι τῶν λεγομένων
οὐδὲν οἷόν τε μὴ προγινώσκοντα τῶν ὀνομάτων ἕκαστον ἐφ’
ὅτου πράγματος λέγεται· τῆς δὲ δευτέρας ἀγνοουμένης οἴχεται
σὺν αὐτῇ τὸ χρήσιμον ἅπαν ἐκ τῆς νῦν προκεχειρισμένης
θεωρίας. εἰ γὰρ ἐγὼ μὲν γράφοιμι τὸν ταχὺν, ἢ τὸν μέγαν,
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]