De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τοσοῦτον μόνον παρ’ ἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ
τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν
χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν
καὶ ἡδίστην παρ’ ἐκείνους εἰσφέρεται. τοιαῦτ’ οὖν
καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως
σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθ’
ἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν
δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ,
τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν,
τὸν δ’ οὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν
ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ
καὶ ὅσοι μεγάλοι θ’ ἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ
τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ
μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν
ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς
ὁ λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν,
ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος ᾖ, εἰς
μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]