De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου
ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον
ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτ’
ἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς
μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δ’ ἐγγύτατα τοῦ
τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν
ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ
πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ,
ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς ἢ τοῦ ληρεῖν ἐν
διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον,
οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ
τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς
οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν
ἥκιστα συχνοῦ τοῦτο, χρόνου δ’ ὁμοῦ τῶν ἄλλων ἁπάντων
μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε
τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδ’ ἐφ’
ἡμῖν ἐστιν ἡ ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ
ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]