Adversus Eos qui de Typis Scripserunt (Against Those who Write about Types)
Kühn 1824
ἐπέρχεται καταγινώσκειν αὐτοῖς ἁπάντων τῶν ἀναγινωσκόντων
τὰ βιβλία, καὶ μᾶλλον τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις
τὴν τέχνην ἑαυτοὺς ἐπιτρέπουσιν. ἐὰν γοῦν τις ἕπηται
ταῖς ὑποθέσεσι τῶν τὰ τοιαῦτα ληρούντων ἰατρῶν, καὶ τὸν
τριταῖον, ὅταν ἤτοι προλαμβάνῃ μίαν ὥραν ἢ ὑστερίζη,
πάντα μᾶλλον ἢ τριταῖον ἐρεῖ. τὸν μὲν γὰρ προλαμβάνοντα,
τεττάρων καὶ κ΄ ὄντα, φησὶ τεσσαρακοστουγδαῖον ἐπιπλοκὴν
εἶναι· τὸν δὲ ὑστερίζοντα πεντηκοσταῖον, καὶ τοῦτον ἐρεῖ
ε΄ καὶ κ΄ εἶναι. τίς μὲν οὖν ἤρξατο πρῶτος τῆς ἐμπλήκτου
ταύτης σοφίας, οὐκ οἶδα· ἡνίκα δ’ ἐγὼ πρῶτον ἤκουσα τοῦ
γε μηνύοντος αὐτὴν, ἐρῶ. μεθεστήκει μὲν ἐξ ἀνθρώπων
ἔναγχος Ἀντωνῖνος ὁ μετ’ Ἀδριανὸν γενόμενος αὐτοκράτωρ,
ἦρχε δὲ τότε Σεβῆρος, ἑαυτὸν μὲν Ἀντωνῖνον μετονομάσας,
εἰς δὲ τὴν τῆς ἀρχῆς κοινωνίαν προσλαβὼν Λούκιον καὶ
μετονομάσας Σεβῆρον. ἐν τούτῳ τῷ χρόνῳ πρῶτον ἀκούσας
ἐθαύμασα τοὺς προβάλλοντας ὡδί πως· ἐὰν πέντε τις
ὥραις παροξυνόμενος ἀνίηται δυοῖν, ὡς εἶναι τὴν ὅλην
Work
Title: Adversus Eos qui de Typis Scripserunt
English: Against Those who Write about Types
Original: Πρὸς τοὺς περὶ τύπων γράψαντας ἢ περὶ περιόδων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 475-512
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_063.xml [78 Kb]