De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δ’
ἀῤῥωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, καὶ τὸ μὲν πολὺ
βαρῦνόν τε καὶ διατεῖνον αὐτὸ, τὸ δὲ δριμὺ διαβιβρῶσκόν
τε καὶ δάκνον, ὥσπέρ γε καὶ τὸ μὲν θερμὸν θερμαῖνον, τὸ
δὲ ψυχρὸν ψύχον. ἐναργῶς δὲ φαίνεται ταῦτα κᾀπὶ τῶν
κατὰ τὴν γαστέρα. προσενεγκάμενοι γάρ τινες ἔσθ’ ὅτε σιτία
πλέονα, ποτὲ μὲν ἐμεῖν ἀναγκάζονται ναυτιάσαντες, ἐνίοτε
δὲ διαῤῥοίαις ἁλίσκονται. ὅπερ οὖν ἐνταῦθα διὰ μεγίστων
εὐρυχωριῶν ἐκκρίνεται πρός γε τὸ ἐκτὸς ἐξερευγομένων
τὸ περιττὸν, τοῦτ’ ἐν ἄλλοις μέλεσι τοῦ ζώου διὰ λεπτῶν
πόρων οὐκ ἐκτὸς, ἀλλ’ ἐξ ἑτέρων εἰς ἕτερα μεταῤῥεῖ μέρη,
ὠθούντων μὲν αὐτὸ τῶν ἰσχυροτέρων, ὑποδεχομένων δὲ τῶν
ἀσθενεστέρων. ὠθεῖται δ’ αὖθις κᾀκ τούτων εἰς ἕτερα, καὶ
ἐξ ἐκείνων εἰς ἄλλα καταῤῥεῖ, μέχριπερ ἂν εἰς τὰ πάντων
ἀσθενέστερα κατασκήψῃ. παλινδρομῆσαι δ’ αὖθις εἰς ἕτερα
ἐντεῦθεν τῶν ἰσχυροτέρων ἀδύνατον αὐτὸ, καὶ διὰ τοῦτο
κατά γε τὰς πληθώρας καὶ κακοχυμίας τὰ πάντων ἀσθενέστερα
μόρια τὰ μὲν φλεγμοναῖς ἁλίσκεται, τὰ δ’ ἐρυσιπέλασι,
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]