De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν,
ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα
τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον
ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ
ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄνθρωπος
ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων.
ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν
αὐτὴν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη.
ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῶον ἔπασχεν, οὔτε εἰς αἴσθησιν,
οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμὴν, ἀλλ’ ἐκεκράγει τε μεγάλα,
καὶ ἀκωλύτως ἀνέπνει, καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα.
μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις, οὕτω διαληφθείσης
τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῶον,
ἀλλ’, ἄχρι περ ἂν ζῇ, καὶ κινεῖ πάντα τὰ μέλη, καὶ ἀναπνεῖ.
ἐγκεφάλου δὲ οὕτω θλιφθέντος, ἔμπαλιν ἅπαντα
συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ
καρδίᾳ, κινεῖται δ’ οὐδὲν μέλος, οὐδὲ ἀναπνεῖ τὸ ζῶον,
οὐδὲ ἐκφωνεῖ. ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]