De Usu Pulsuum (On the Function of the Pulse)
Kühn 1823
τῶν βουβώνων ἐπὶ τὰ σκέλη καθηκούσας ἀρτηρίας, ἢ τὰς
διὰ τῶν μασχαλῶν εἰς τὰς χεῖρας βρόχῳ διαλαβεῖν, ἀσφύκτους
μὲν εὐθέως ἐργάσῃ τὰς ἐν τοῖς κώλοις ἁπάσας, οὐ
μὴν παραλύσεις ταῦτα τῆς καθ’ ὁρμὴν κινήσεως, ὥσπερ
οὐδὲ τῆς αἰσθήσεως. εἰ δ’ ἐν τῷ χρόνῳ ναρκώδη τε καὶ
ψυχρὰ καὶ ὠχρὰ καὶ ἄτροφα γίνεται, τάχ’ ἂν τοῦτο κατὰ
συμπάθειαν μᾶλλον ἢ τὴν τῶν σφυγμῶν ἀπώλειαν συμβαίνοι.
εἰ δὲ τὰ νεῦρα βρόχοις διαλάβοις, ἀκίνητά τε παντελῶς
καὶ ἀναίσθητα παραχρῆμα ποιήσεις τὰ μόρια. ἐχρῆν
οὖν καὶ τὰς ἀρτηρίας ὁμοίως τοῖς νεύροις κακωθείσας, εἰς
ἅπερ ἔμπροσθεν ὠφέλουν ἕκαστον τῶν μορίων, εἰς ταῦτα
καὶ βλάπτειν εὐθέως. τὸ δὲ δὴ πάντων ἀτοπώτατον, εἰ
τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας βρόχοις διαλάβοις, οὐδὲν
σαφὲς βλάψεις τὸ ζῶον, καίτοι συνάπτουσιν αὗται καρδίαν
ἐγκεφάλῳ, τὸ κυριώτατον τῶν ζωτικῶν ὄργανον τῷ κυριωτάτῳ
τῶν ψυχικῶν. εἴπερ οὖν τῶν οὕτως ἐπικαίρων
ἀρτηριῶν ἡ βλάβη μηδὲν σαφὲς ἀδικεῖ τὸ ζῶον, σχολῇ γ’
ἂν τῶν ἄλλων τις ἀδικήσειεν. εἰ δ’ οὐδὲν βλάπτουσιν
Work
Title: De Usu Pulsuum
English: On the Function of the Pulse
Original: Περὶ χρείας σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 149-180
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_045.xml [60 Kb]