De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ἐπεκτείνεται, τῇ διαστάσει τῶν δακτύλων αὐτὰ περιλαμβάνουσα,
τὰ σμικρότατα δ’ οὐχ ὅλη πειρᾶται λαμβάνειν, διαδιδράσκει
γὰρ οὕτως, ἀλλ’ ἀρκεῖ πρὸς ταῦτα αὐτῇ δυοῖν
δακτύλων χρῆσθαι τοῖς ἄκροις. οὕτω μὲν δὴ πρός τε τὴν
τῶν μειζόνων καὶ τῶν ἐλαττόνων ἑαυτῆς ἀσφαλῆ λαβὴν ἡ
χεὶρ ἄριστα διάκειται. πρὸς δ’ αὖ τὸ πολυειδῆ σχήματα περιλαμβάνειν
δύνασθαι κάλλιστον ἦν ἂν ἐσχίσθαι πολυειδῶς
ὡς νῦν ἔσχισται· καὶ πρὸς ταῦτ’ ἄριστα πάντων ἀντιληπτικῶν
ὀργάνων φαίνεται παρεσκευασμένη. καὶ γὰρ περὶ
τὸ σφαιροειδὲς σφαιροῦσθαι δύναται κατὰ κύκλον, αὐτὸ
πανταχόθεν περιλαμβάνουσα, καὶ τοῖς εὐθέσιν ἢ κοίλοις
ἀσφαλῶς περιβαίνει· εἰ δὲ τοῦτο, καὶ πᾶσι σχήμασιν, ἐκ
τριῶν γὰρ ἅπαντα γραμμῶν συνίσταται, κυρτῆς, κοίλης,
εὐθείας. ἐπεὶ δὲ πολλὰ τῶν σωμάτων μείζονα τὸν ὄγκον
εἶχεν ἢ κατὰ μίαν χεῖρα, σύμμαχον ἑκατέρᾳ τὴν ἑτέραν ἡ
φύσις ἐποίησεν, ὥστ’ ἀμφοτέρας ἐξ ἐναντίων μερῶν περιλαμβανούσας
αὐτὰ μηδὲν ἀπολείπεσθαι μιᾶς μεγίστης.
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]