De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
στοίχου. λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ
πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ
ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλ’ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη
κατ’ ἐκείνας τὰς ἡμέρας, ἀλλ’ οὐδ’ ἀπέθανε, χωρὶς τῆς Δεάλκους
γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ
σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτακαιδεκαταία
μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέρας.
ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ
πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ
τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ
ὁ ἐν Ἁβδήροις Ἀπολλωνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς καταστάσεως
γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν
ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ
τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμερῶν
οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ
τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώζουσαν
πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ
οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοηκοστῇ
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]