De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἀπόφασιν πεποιημένους, ἔτι καὶ μᾶλλον, οἶμαι, θαῤῥοῦμεν
ὡς ἀληθεύοντες. ἀλλ’ οὐχ ὁμολογοῦσι, φασὶν, ἅπαντες οὗτοι
περὶ τῶν κρισίμων ἡμερῶν, ἀλλ’ οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους
αὐτὰς εἶναι λέγουσιν, καὶ τὰς μὲν ὅδε τίς φησιν εἶναι
κρισίμους, τὰς δ’ ὅδε τις, οὐ τὰς αὐτὰς ἅπαντες, ἀλλ’ ὡς
ἂν ἑκάστῳ παραστῇ τις γνώμη. τί οὖν ὦ πρὸς θεῶν εἴποι τις
ἂν οἶμαι πρὸς αὐτούς; εἴ τι διαπεφώνηται, τοῦθ’ ὅλως
οὐκ εἶναί φατε; καὶ μὴν οὐκέτ’ ἂν ὁμολογήσετε, τὸ μὲν γὰρ
ἐπιμελεστέρας πείρας ἐξετάσεώς τε καὶ κρίσεως δεῖσθαι τὰ
τοιαῦτα πρὸς ἁπάντων ὡμολόγηται, τὸ δ’ ὅλως ἀληθεύειν
μηδένα τῶν διαφερομένων οὐχ ὅπως ὑμεῖς οἱ δεινοὶ τῶν κρισίμων
κατήγοροι, ἀλλ’ οὐδ’ οἱ τὴν Πυῤῥώνειον ἀπορίαν πρεσβεύοντες
ἀποδέχονται. τὴν γὰρ ἀνεπίκριτον οὗτοι διαφωνίαν,
οὐχ ἁπλῶς ἅπασαν ἡντιναοῦν, ἀγνοίας τοῦ πράγματος εἶναί
φασι σημεῖον. ἆρ’ οὖν ἀδύνατον ἐπικρῖναι τίς ἀληθεύει περὶ
τῶν κρισίμων ἡμερῶν καὶ τίς ψεύδεται; ἢ δυνατὸν μὲν, ἀλλ’
οὐ ῥᾴδιον, εἴ γε καὶ χρόνου δεῖται παμπόλλου καὶ ἀκριβείας
ἱκανῆς; αἵ τε γὰρ ἀρχαὶ τῶν νοσημάτων ἀσαφεῖς ἐνίοτε καὶ
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]