De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόμα, τῶν δ’ ἑξῆς τούτοις
ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ, κᾄπειτα τῶν ἐφεξῆς
πάλιν ἐκ τούτων μεταλαμβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην
ἀφίκηται φλέβα, τοὐντεῦθεν δ’ ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον
ἐπισπωμένων. ὥστ’ οὐδὲν θαυμαστὸν, οἶνον μὲν ὕδατος
ἀναλαμβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτῶν
δὲ τῶν οἴνων τὸν μὲν λευκὸν καὶ καθαρὸν ἑτοίμως ἀναδίδοσθαι
διὰ λεπτότητα, τὸν δ’ αὖ μέλανα καὶ θολερὸν
ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους. εἴη
δ’ ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔμπροσθεν εἰρημένων
οὐ σμικρὰ μαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε
καὶ λεπτὸν αἷμα τοῦ μὴ τοιούτου ῥᾷον ἕπεται τοῖς ἕλκουσιν.
ἀτμὸν μὲν οὖν ἔχουσαι καὶ πνεῦμα καὶ λεπτὸν αἷμα
κατὰ τὰς διαστάσεις ἕλκειν αἱ ἀρτηρίαι τὸν κατὰ τὴν κοιλίαν
καὶ τὰ ἔντερα περιεχόμενον χυμὸν ἢ οὐδ’ ὅλως ἢ
παντάπασι συνεπισπῶνται βραχύν.
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]