De Temperamentis (On Mixtures)
Kühn 1821
τό θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν, καὶ τὸ
τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως, ὡς φαρμάκοις·
ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’
οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα, τὴν ἔμφυτον αὔξει θερμασίαν,
ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ ἤδη τῶν τρεφόντων
ἁπάντων ἐστὶ, καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν
μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυχεν,
ἐξομοιωθὲν δὲ καὶ θρέψαν, ἐθέρμῃνε, μεμνημένους ἀεὶ τοῦ
τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν
τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι, καὶ ὡς σιτίων,
καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην
ἐν τῇ γαστρὶ κρᾶσιν ἐπὶ τὸ θερμότερον. οὗτος, ἄχρι μὲν
οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν
κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν
οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. ἐν τούτῳ δὴ καὶ
μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ
τῶν νεωτέρων ἰατρῶν, ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]