De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἀλλὰ καὶ σύμπαν τὸ σῶμα θερμὸν ὀνομάζειν ὁμολογῶν.
ἐφεξῆς δέ μου πάλιν ἐρομένου· πότερον οὖν ἐκεῖνο
λέγεις μοι τὸ σῶμα στοιχεῖον, ὅ τί περ ἂν ἄκρως ᾖ θερμὸν,
ἢ, κᾂν μετρίως ᾖ τοιοῦτο, ἔσται καὶ τοῦτο στοιχεῖον;
ὡσαύτως δὲ καὶ περὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ τὴν
αὐτὴν ἐρώτησιν ποιησαμένου μου· τί δὲ τοῦτο, ἔφη, σοὶ
διαφέρει; ταραττόμενος ἤδη, καὶ μὴ, καθὼς πρόσθεν, ἑτοίμως
ἀποκρινόμενος. ὅτι πολὺ διαλλάττει, ἔφην, ἢ ἄπειρόν
τι πλῆθος ὑποθέσθαι στοιχείων, ἢ πεπερασμένον.
ἄπειρον μὲν γὰρ ἔσται τῷ μετρίως θερμὸν, ἢ ψυχρὸν, ἢ
ξηρὸν, ἢ ὑγρὸν ὑποτιθεμένῳ στοιχεῖον, οὐκ ἄπειρον δὲ τῷ
ἄκρως· ἓν γὰρ καθ’ ἕκαστον ἔσται γένος. ὥστε εἷναι τέτταρα
τὰ πάντα στοιχεῖα πεπερασμένα. οὕτω τοίνυν, ἔφη, νόει
καὶ τέτταρα. δῆλον οὖν, εἶπον, ὅτι καὶ ἄκρα ταῖς ποιότησι,
καὶ ἁπλᾶ, καὶ πρῶτα. τί γὰρ, εἶπεν, ἔτι τοῦτο πολυπραγμονεῖς;
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]