De Mundo (On the Universe)
Bekker 1837
ἰδέας, ὥσπερ ἀμέλει δρῶσιν οἱ μεγαλότεχνοι, διὰ μιᾶς
ὀργάνου σχαστηρίας πολλὰς καὶ ποικίλας ἐνεργείας ἀποτελοῦντες.
Ὁμοίως δὲ καὶ οἱ νευροσπάσται μίαν μήρινθον
ἐπισπασάμενοι ποιοῦσι καὶ αὐχένα κινεῖσθαι καὶ χεῖρα
τοῦ ζῴου καὶ ὦμον καὶ ὀφθαλμόν, ἔστι δὲ ὅτε πάντα τὰ
μέρη, μετά τινος εὐρυθμίας. Οὕτως οὖν καὶ ἡ θεία φύσις
ἀπό τινδς ἁπλῆς κινήσεως τοῦ πρώτου τὴν δύναμιν εἰς τὰ
ξυνεχῆ δίδωσι, καὶ ἀπ’ ἐκείνων πάλιν εἰς τὰ πορρωτέρω,
μέχρι ἂν διὰ τοῦ παντὸς διεξέλθῃ· κινηθὲν γὰρ ἕτερον ὑφ’
ἑτέρου καὶ αὐτὸ πάλιν ἐκίνησεν ἄλλο σὺν κόσμῳ, δρώντων
μὲν πάντων οἰκείως ταῖς σφετέραις κατασκευαῖς, οὐ τῆς
αὐτῆς δὲ ὁδοῦ πᾶσιν οὔσης, ἀλλὰ διαφόρου καὶ ἑτεροίας,
ἔστι δὲ οἷς καὶ ἐναντίας, καίτοι τῆς πρώτης οἷον ἐνδόσεως
εἰς κίνησιν μίαν γενομένης, ὥσπερ ἂν εἴ τις ἐξ ἄγγους ὁμοῦ
ῥίψειε σφαῖραν καὶ κύβον καὶ κῶνον καὶ κύλινδρον· ἕκαστον
γὰρ αὐτῶν κατὰ τὸ ἴδιον κινηθήσεται σχῆμα· ἢ εἴ τις ὁμοῦ
ζῷον ἔνυδρόν τε καὶ χερσαῖον καὶ πτηνὸν ἐν τοῖς κόλποις
ἔχων ἐκβάλοι· δῆλον γὰρ ὅτι τὸ μὲν νηκτὸν ἁλλόμενον εἰς
τὴν ἑαυτοῦ δίαιταν ἐκνήξεται, τὸ δὲ χερσαῖον εἰς τὰ σφέτερα
ἤθη καὶ νομοὺς διεξερπύσει, τὸ δὲ ἀέριον ἐξαρθὲν ἐκ γῆς
μετάρσιον οἰχήσεται πετόμενον, μιᾶς τῆς πρώτης αἰτίας
πᾶσιν ἀποδούσης τὴν οἰκείαν εὐμάρειαν. Οὕτως ἔχει καὶ
ἐπὶ κόσμου· διὰ γὰρ ἁπλῆς τοῦ σύμπαντος οὐρανοῦ περιαγωγῆς
ἡμέρᾳ καὶ νυκτὶ περατουμένης ἀλλοῖαι πάντων διέξοδοι
γίνονται, καίτοι ὑπὸ μιᾶς σφαίρας περιεχομένων,
τῶν μὲν θᾶττον τῶν δὲ σχολαιότερον κινουμένων παρά τε
τὰ τῶν διαστημάτων μήκη καὶ τὰς ἰδίας ἑκάστων κατασκευάς.
Σελήνη μὲν γὰρ ἐν μηνὶ τὸν ἑαυτῆς διαπεραίνεται
Work
Title: De Mundo
English: On the Universe
Original: Περὶ κόσμου πρὸς Ἀλεξάνδρον
Domains: Cosmology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 131-157
Publisher: Oxford University Press, Oxford
Download
psArist-Gr_004.xml [85 Kb]