De Memoria et Reminiscentia (On Memory)
Bekker 1837
μέτρῳ ἢ ἀορίστως. Ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω
καὶ ἐλάττω· εὔλογον δ’ ὥσπερ τὰ μεγέθη· νοεῖ γὰρ τὰ
μεγάλα καὶ πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν, ὥσπερ
τὴν ὄψιν φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει),
ἀλλὰ τῇ ἀνάλογον κινήσει· ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια
σχήματα καὶ κινήσεις. Τίνι οὖν διοίσει, ὅταν τὰ μείζω
νοῇ; Ἢ ὅτι ἐκεῖνα νοεῖ, ἢ τὰ ἐλάττω; Πάντα γὰρ τὰ
ἐντὸς ἐλάττω, ὥσπερ ἀνάλογον καὶ τὰ ἐκτός. Ἔστι δ’
ἴσως ὥσπερ καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν ἄλλο ἐν
αὐτῷ, οὕτω καὶ τοῖς ἀποστήμασιν. Ὥσπερ οὖν εἰ τὴν
Α Β Β Ε κινεῖται, ποιεῖ τὴν Α Δ· ἀνάλογον γὰρ ἡ Α Γ
καὶ ἡ Γ Δ. Τί οὖν μᾶλλον τὴν Γ Δ ἢ τὴν Ζ Η ποιεῖ;
Ἢ ὡς ἡ Α Γ πρὸς τὴν Α Β ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὴν
Μ ἔχει. Ταύτας οὖν ἅμα κινεῖται. Ἂν δὲ τὴν Ζ Η
βούληται νοῆσαι, τὴν μὲν Β Ε ὁμοίως νοεῖ, ἀντὶ δὲ τῶν
Θ Ι τὰς Κ Λ νοεῖ· αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α.
Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ
τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. Ἂν δ’ οἴηται μὴ
ποιῶν, οἴεται μνημονεύειν· οὐθὲν γὰρ κωλύει διαψευσθῆναί
τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. Ἐνεργοῦντα
δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ
ἔστιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. Ἀλλ’ ἐὰν ἡ τοῦ
πράγματος γένηται χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης,
οὐ μέμνηται. Ἡ δὲ τοῦ χρόνου διττή ἐστιν· ὁτὲ μὲν
Work
Title: De Memoria et Reminiscentia
English: On Memory
Original: Περὶ μνήμης καὶ ἀναμνήσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 276-286
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_026.xml [31 Kb]